The Bible Software
bible.software › Παραλειπομένων › Παραλειπομένων 22 › Παραλειπομένων 22:11

Παραλειπομένων 22:11

Καὶ ἔλαβεν Ἰωσαβεὲθ θυγάτηρ τοῦ βασιλέως τὸν Ἰωὰς υἱὸν Ὀχοζίου καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμεῖον τῶν κλινῶν, καὶ ἔκρυψεν αὐτὸν Ἰωσαβεὲθ θυγάτηρ τοῦ βασιλέως Ἰωρὰμ ἀδελφὴ Ὀχοζίου γυνὴ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου τῆς Γοθολίας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν.

μετάφραση των εβδομήκοντα

In The King James Version

But Jehoshabeath, the daughter of the king, took Joash the son of Ahaziah, and stole him from among the king’s sons that were slain, and put him and his nurse in a bedchamber. So Jehoshabeath, the daughter of king Jehoram, the wife of Jehoiada the priest, (for she was the sister of Ahaziah,) hid him from Athaliah, so that she slew him not.

In Context

10Καὶ Γοθολία ἡ μήτηρ Ὀχοζίου εἶδεν ὅτι τέθνηκεν ὁ υἱὸς αὐτῆς, καὶ ἠγέρθη καὶ ἀπώλεσε πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ἰούδα.

12Καὶ ἦν μετʼ αὐτοῦ ἐν οἴκῳ τοῦ Θεοῦ κατακεκρυμμένος ἓξ ἔτη, καὶ Γοθολία ἐβασίλευσεν ἐπὶ τῆς γῆς.

Read all of Παραλειπομένων 22

Cross References

2 Samuel 7:13Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα.

2 Kings 11:2Καὶ ἔλαβεν Ἰωσαβεὲ θυγάτηρ τοῦ βασιλέως Ἰωρὰμ ἀδελφὴ Ὀχοζίου τὸν Ἰωὰς υἱὸν ἀδελφοῦ αὐτῆς, καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου τῶν υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ ἐν τῷ ταμείῳ τῶν κλινῶν, καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολίας, καὶ οὐκ ἐθανατώθη.

2 Chronicles 23:1Καὶ ἐν τῷ ἔτει τῷ ὀγδόῳ ἐκραταίωσεν Ἰωδαὲ, καὶ ἔλαβε τοὺς ἑκατοντάρχους, τὸν Ἀζαρίαν υἱὸν Ἰωρὰμ, καὶ τὸν Ἰσμαὴλ υἱὸν Ἰωανὰν, καὶ τὸν Ἀζαρίαν υἱὸν Ὠβὴδ, καὶ τὸν Μαασαίαν υἱὸν Ἀδία, καὶ τὸν Ἐλισαφὰν υἱὸν Ζαχαρίου, μεθʼ ἑαυτοῦ εἰς οἶκον Κυρίου.

Psalms 76:10Ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; διάψαλμα.

Isaiah 65:8Οὕτως λέγει Κύριος, ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι, μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ, οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study Παραλειπομένων 22:11

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← Παραλειπομένων 22:10Παραλειπομένων 22Παραλειπομένων 22:12 →