Παραλειπομένων 24:20
Καὶ πνεῦμα Θεοῦ ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ, καὶ εἶπε, τάδε λέγει Κύριος, τί παραπορεύεσθε τὰς ἐντολὰς Κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε· ὅτι ἐγκατελίπετε τὸν Κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
21Καὶ ἐπέθεντο αὐτῷ, καὶ ἐλιθοβόλησαν αὐτὸν διʼ ἐντολῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου Κυρίου.
Cross References
Deuteronomy 29:25Καὶ ἐροῦσιν, ὅτι κατέλιπον τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ τῶν πατέρων αὐτῶν, ἃ διέθετο τοῖς πατράσιν αὐτῶν, ὅτε ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου,
1 Samuel 13:13Καὶ εἶπε Σαμουὴλ πρὸς Σαοὺλ, μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι Κύριος, ὡς νῦν ἡτοίμασε Κύριος τὴν βασιλείαν σου ἐπὶ Ἰσραὴλ ἕως αἰῶνος.
1 Chronicles 12:18Καὶ Δαυὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν, καὶ εἶπεν αὐτοῖς, εἰ εἰς εἰρήνην ἥκατε πρὸς μέ, εἴη μοι καρδία καθʼ ἑαυτὴν ἐφʼ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρὸς, ἴδοι ὁ Θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο.
2 Chronicles 12:5Καὶ Σαμαίας ὁ προφήτης ἦλθε πρὸς Ῥοβοὰμ, καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα τοὺς συναχθέντας εἰς Ἱερουσαλὴμ ἀπὸ προσώπου Σουσακὶμ, καὶ εἶπεν αὐτοῖς, οὕτως εἶπε Κύριος, ὑμεῖς ἐγκατελίπετέ με, καὶ ἐγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακίμ.
2 Chronicles 20:14Καὶ τῷ Ὀζιὴλ τῷ τοῦ Ζαχαρίου, τῶν υἱῶν Βαναίου, τῶν υἱῶν Ἐλεϊὴλ τοῦ Ματθανίου τοῦ Λευίτου ἀπὸ τῶν υἱῶν Ἀσὰφ, ἐγένετο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου ἐν τῇ ἐκκλησίᾳ.
2 Chronicles 25:16Καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ πρὸς αὐτὸν, καὶ εἶπεν αὐτῷ, μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε ἵνα μὴ μαστιγωθῇς· καὶ ἐσιώπησεν ὁ προφήτης, καὶ εἶπεν, ὅτι γινώσκω, ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο, καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου.