Παραλειπομένων 24:6
Καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰωὰς τὸν Ἰωδαὲ τὸν ἄρχοντα, καὶ εἶπεν αὐτῷ, διατί οὐκ ἐπεσκέψω περὶ τῶν Λευιτῶν τοῦ εἰσενέγκαι ἀπὸ Ἰούδα καὶ Ἱερουσαλὴμ τὸ κεκριμένον ὑπὸ Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ, ὅτι ἐξεκκλησίασε τὸν Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου;
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 30:16Καὶ λήψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ δώσεις αὐτὸ εἰς τὸ κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ μνημόσυνον ἔναντι Κυρίου, ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.
Numbers 17:7Καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν, καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου· καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη, καὶ ὤφθη ἡ δόξα Κυρίου.
2 Samuel 24:3Καὶ εἶπεν Ἰωὰβ πρὸς τὸν βασιλέα, καὶ προσθείη Κύριος ὁ Θεὸς πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἱνατί βούλεται ἐν τῷ λόγῳ τούτῳ;