Παραλειπομένων 25:15
Καὶ ἐγένετο ὀργὴ Κυρίου ἐπὶ Ἀμασίαν, καὶ ἀπέστειλεν αὐτῷ προφήτην, καὶ εἶπεν αὐτῷ, τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλοντο τὸν λαὸν ἑαυτῶν ἐκ χειρός σου;
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Judges 18:24Καὶ εἶπε Μιχαίας, ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα, ἐλάβετε, καὶ τὸν ἱερέα, καὶ ἐπορεύθητε· καὶ τί μοι ἔτι; καὶ τί τοῦτο λέγετε πρὸς μὲ, τί κράζεις;
2 Chronicles 16:7Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ἀνανὶ ὁ προφήτης πρὸς Ἀσὰ βασιλέα Ἰούδα, καὶ εἶπεν αὐτῷ, ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας, καὶ μὴ πεποιθέναι σε ἐπὶ Κύριον Θεόν σου, διὰ τοῦτο ἐσώθη ἡ δύναμις Συρίας ἀπὸ τῆς χειρός σου.
2 Chronicles 20:37Καὶ προεφήτευσεν Ἐλιέζερ ὁ τοῦ Δωδία ἀπὸ Μαρισὴς ἐπὶ Ἰωσαφὰτ, λέγων, ὡς ἐφιλίασας τῷ Ὀχοζίᾳ, ἔθραυσε Κύριος τὸ ἔργον σου, καὶ συνετρίβη τὰ πλοῖά σου· καὶ οὐκ ἐδυνάσθη πορευθῆναι εἰς Θαρσεῖς.
2 Chronicles 24:20Καὶ πνεῦμα Θεοῦ ἐνέδυσε τὸν Ἀζαρίαν τὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ, καὶ εἶπε, τάδε λέγει Κύριος, τί παραπορεύεσθε τὰς ἐντολὰς Κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε· ὅτι ἐγκατελίπετε τὸν Κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς.
2 Chronicles 25:11Καὶ Ἀμασίας κατίσχυσε καὶ παρέλαβε τὸν λαὸν αὐτοῦ, καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν, καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηεὶρ, δέκα χιλιάδας.
Psalms 115:4Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι· Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.