Παραλειπομένων 29:10
Ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην μου, διαθήκην Κυρίου Θεοῦ Ἰσραὴλ, καὶ ἀποστρέψει τὴν ὀργὴν τοῦ θυμοῦ αὐτοῦ ἀφʼ ἡμῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Kings 23:3Καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στύλον, καὶ διέθετο διαθήκην ἐνώπιον Κυρίου, τοῦ πορεύεσθαι ὀπίσω Κυρίου, τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, καὶ τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ, τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης, τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο· καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαθήκῃ.
2 Chronicles 6:7Καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυὶδ τοῦ πατρός μου, τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ.
2 Chronicles 23:16Καὶ διέθετο Ἰωδαὲ διαθήκην ἀναμέσον αὐτοῦ καὶ τοῦ λαοῦ καὶ τοὺ βασιλέως, εἶναι λαὸν τῷ Κυρίῳ.
2 Chronicles 34:30Καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ πᾶς Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ οἱ ἱερεῖς, καὶ οἱ Λευῖται, καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας λόγους βιβλίου τῆς διαθήκης τοὺς εὑρεθέντας ἐν οἴκῳ Κυρίου.
Jeremiah 3:5Μὴ διαμενεῖ εἰς τὸν αἰῶνα, ἢ φυλαχθήσεται εἰς νῖκος; ἰδοὺ ἐλάλησας, καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα, καὶ ἠδυνάσθης.