Παραλειπομένων 29:31
Καὶ ἀπεκρίθη Ἐζεκίας, καὶ εἶπε, νῦν ἐπληρώσατε τὰς χεῖρας ὑμῶν Κυρίῳ, προσαγάγετε καὶ φέρετε θυσίας αἰνέσεως εἰς οἶκον Κυρίου· καὶ ἀνήνεγκεν ἡ ἐκκλησία θυσίας καὶ αἰνέσεις εἰς οἶκον Κυρίου, καὶ πᾶς πρόθυμος τῇ καρδίᾳ ὁλοκαυτώσεις.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 35:22Καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν, πᾶς ᾧ ἔδοξε τῇ διανοίᾳ, ἤνεγκαν σφραγίδας, καὶ ἐνώτια, καὶ δακτυλίους, καὶ ἐμπλόκια, καὶ περιδέξια, πᾶν σκεῦος χρυσοῦν.
Leviticus 7:11Οὗτος ὁ νόμος θυσίας σωτηρίου, ἣν προσοίσουσι Κυρίῳ.
Leviticus 23:38πλὴν τῶν σαββάτων Κυρίου, καὶ πλὴν τῶν δομάτων ὑμῶν, καὶ πλὴν πασῶν τῶν εὐχῶν ὑμῶν, καὶ πλὴν τῶν ἐκουσίων ὑμῶν, ἃ ἂν δώτε τῷ Κυρίῳ.
Ezra 1:4Καὶ πᾶς ὁ καταλιπόμενος ἀπὸ πάντων τῶν τόπων οὗ αὐτὸς παροικεῖ ἐκεῖ, καὶ λήψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ, καὶ χρυσίῳ, καὶ ἀποσκευῇ, καὶ κτήνεσι μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱερουσαλήμ.