Παραλειπομένων 30:14
Καὶ ἀνέστησαν, καὶ καθεῖλαν τὰ θυσιαστήρια τὰ ἐν Ἱερουσαλὴμ, καὶ πάντα ἐν οἷς ἐθυμίων τοῖς ψευδέσι, κατέσπασαν καὶ ἔῤῥιψαν εἰς τὸν χειμάῤῥουν Κέδρων.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Kings 18:22Καὶ ὅτι εἶπας πρὸς μὲ, ἐπὶ Κύριον Θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὗτος ἀπέστησεν Ἐζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ, καὶ εἶπε τῷ Ἰούδᾳ καὶ τῇ Ἱερουσαλὴμ, ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ἰερουσαλήμ;
2 Chronicles 15:16Καὶ τὴν Μααχὰ τὴν μητέρα αὐτοῦ μετέστησε τοῦ μὴ εἶναι τῇ Ἀστάρτῃ λειτουργοῦσαν, καὶ κατέκοψε τὸ εἴδωλον, καὶ κατέκαυσεν ἐν χειμάῤῥῳ Κέδρων.
2 Chronicles 29:16Καὶ εἰσῆλθον οἱ ἱερεῖς ἔσω εἰς τὸν οἶκον Κυρίου ἁγνίσαι, καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν ἐν τῷ οἴκῳ Κυρίου, καὶ εἰς τὴν αὐλὴν οἴκου Κυρίου· καὶ ἐδέξαντο οἱ Λευῖται ἐκβαλεῖν εἰς τὸν χειμάῤῥουν Κέδρων ἔξω.
2 Chronicles 34:3Καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ, καὶ αὐτὸς ἔτι παιδάριον ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν Θεὸν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν, καὶ τῶν ἄλσεων, καὶ ἀπὸ τῶν περιβωμίων, καὶ ἀπὸ τῶν χωνευτῶν.
2 Chronicles 34:7Καὶ κατέσπασε τὰ θυσιαστήρια, καὶ τὰ ἄλση, καὶ εἴδωλα κατέκοψε λεπτὰ, καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ἰσραὴλ, καὶ ἀπέστρεψεν εἰς Ἱερουσαλήμ.
Isaiah 36:7Εἰ δὲ λέγετε, ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν πεποίθαμεν,