The Bible Software
bible.software › Παραλειπομένων › Παραλειπομένων 31 › Παραλειπομένων 31:2

Παραλειπομένων 31:2

Καὶ ἔταξεν Ἐζεκίας τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν, καὶ τὰς ἐφημερίας ἑκάστου κατὰ τὴν ἑαυτοῦ λειτουργίαν, τοῖς ἱερεῦσι καὶ τοῖς Λευίταις, εἰς τὴν ὁλοκαύτωσιν, καὶ εἰς τὴν θυσίαν τοῦ σωτηρίου, καὶ αἰνεῖν, καὶ ἐξομολογεῖσθαι, καὶ λειτουργεῖν ἐν ταῖς πύλαις ἐν ταῖς αὐλαῖς οἴκου Κυρίου.

μετάφραση των εβδομήκοντα

In The King James Version

And Hezekiah appointed the courses of the priests and the Levites after their courses, every man according to his service, the priests and Levites for burnt offerings and for peace offerings, to minister, and to give thanks, and to praise in the gates of the tents of the LORD.

In Context

1Καὶ ὡς συνετελέσθη πάντα ταῦτα, ἐξῆλθε πᾶς Ἰσραὴλ οἱ εὑρεθέντες ἐν πόλεσιν Ἰούδα, καὶ συνέτριψαν τὰς στήλας, καὶ ἔκοψαν τὰ ἄλση, καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Βενιαμὶν, καὶ ἐξ Ἐφραὶμ, καὶ ἀπὸ Μανασσῆ ἕως εἰς τέλος· καὶ ἐπέστρεψαν πᾶς Ἰσραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ εἰς τὰς πόλεις αὐτῶν.

3Καὶ μερὶς τοῦ βασιλέως ἐκ τῶν ὑπαρχόντων αὐτοῦ εἰς τὰς ὁλοκαυτώσεις τὴν πρωϊνὴν καὶ τὴν δειλινὴν, καὶ ὁλοκαυτώσεις εἰς τὰ σάββατα, καὶ εἰς τὰς νουμηνίας, καὶ εἰς τὰς ἑορτὰς τὰς γεγραμμένας ἐν τῷ νόμῳ Κυρίου.

Read all of Παραλειπομένων 31

Cross References

1 Chronicles 16:4Καὶ ἔταξε κατὰ πρόσωπον τῆς κιβωτοῦ διαθήκης Κυρίου ἐκ τῶν Λευιτῶν λειτουργοῦντας ἀναφωνοῦντας, καὶ ἐξομολογεῖσθαι καὶ αἰνεῖν Κύριον τὸν Θεὸν Ἰσραήλ·

1 Chronicles 16:40τοῦ ἀναφέρειν ὁλοκαυτώματα τῷ Κυρίῳ ἐπὶ τοῦ θυσιαστηρίου τῶν ὁλοκαυτωμάτων διαπαντὸς τοπρωῒ καὶ τοεσπέρας, καὶ κατὰ πάντα τὰ γεγραμμένα ἐν νόμῳ Κυρίου ὅσα ἐνετείλατο ἐφʼ υἱοῖς Ἰσραὴλ ἐν χειρὶ Μωυσῆ τοῦ θεράποντος τοῦ Θεοῦ.

1 Chronicles 23:6καὶ διεῖλεν αὐτοὺς Δαυὶδ ἐφημερίας τοῖς υἱοῖς Λευῖ, τῷ Γεδσών, Καάθ, καὶ Μαραρί·

1 Chronicles 24:1Καὶ τοὺς υἱοὺς Ἀαρὼν διαιρέσει Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ.

1 Chronicles 25:1Καὶ ἔστησε Δαυεὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺν, τοὺς ἀποφεγγομένους ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν κυμβάλοις· καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν.

1 Chronicles 26:26Αὐτὸς Σαλωμὼθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασε Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως,

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study Παραλειπομένων 31:2

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← Παραλειπομένων 31:1Παραλειπομένων 31Παραλειπομένων 31:3 →