Παραλειπομένων 32:7
ἰσχύσατε καὶ ἀνδρίζεσθε, καὶ μὴ φοβηθῆτε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως Ἀσσοὺρ, καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετʼ αὐτοῦ, ὅτι μεθʼ ἡμῶν πλείονες ἢ μετʼ αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 31:6Ἀνδρίζου καὶ ἴσχυε, μὴ φοβοῦ, μηδὲ δειλιάσῃς, μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν· ὅτι Κύριος ὁ Θεός σου ὁ προπορευόμενος μεθʼ ὑμῶν ἐν ὑμῖν, οὔτε μή σε ἀνῇ, οὔτε μή σε ἐγκαταλίπῃ.
Joshua 1:6Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσινν ὑμῶν δοῦναι αὐτοῖς.
2 Kings 18:5Ἐν Κυρίῳ Θεῷ Ἰσραὴλ ἤλπισεν, καὶ μετʼ αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν Ἰούδα, καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ.
2 Kings 19:6Καὶ εἶπεν αὐτοῖς Ἡσαΐας, Τάδε ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν, τάδε λέγει Κύριος, μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, ὧν ἐβλασφήμησαν τὰ παιδάρια βασιλέως Ἀσσυρίων.
1 Chronicles 28:10Ἴδε νῦν, ὅτι Κύριος ᾑρέτικέ σε οἰκοδομῆσαι αὐτῷ οἶκον εἰς ἁγίασμα, ἴσχυε καὶ ποίει.
2 Chronicles 15:7Καὶ ὑμεῖς ἰσχύσατε, καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν, ὅτι ἔστι μισθὸς τῇ ἐργασίᾳ ὑμῶν.