Παραλειπομένων 33:14
Καὶ μετὰ ταῦτα ᾠκοδόμησε τεῖχος ἔξω τῆς πόλεως Δαυὶδ ἀπὸ Λιβὸς κατὰ Νότον ἐν τῷ χειμάῤῥῳ, καὶ κατὰ τὴν εἴσοδον τὴν διὰ τῆς πύλης τῆς ἰχθυϊκῆς ἐκπορευομένων τὴν πύλην τὴν κυκλόθεν, καὶ εἰς Ὄπελ, καὶ ὕψωσε σφόδρα, καὶ κατέστησεν ἄρχοντας τῆς δυνάμεως ἐν πάσαις ταῖς πόλεσι ταῖς τειχήρεσιν ἐν Ἰούδα.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Kings 1:33Καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς, λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθʼ ὑμῶν, καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν, καὶ καταγάγετε αὐτὸν εἰς τὴν Γιὼν,
2 Chronicles 11:11Καὶ ὠχύρωσεν αὐτὰς τειχήρεις, καὶ ἔδωκεν ἐν αὐταῖς ἡγουμένους, καὶ παραθέσεις βρωμάτων, ἔλαιον καὶ οἶνον,
2 Chronicles 27:3Αὐτὸς ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ὑψηλὴν, καὶ ἐν τείχει Ὀπέλ ᾠκοδόμησε πολλὰ,
2 Chronicles 32:30Αὐτὸς Ἐζεκίας ἐνέφραξεν τὴν ἔξοδον τοῦ ὕδατος Γειῶν τὸ ἄνω, καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς Λίβα τῆς πόλεως Δαυίδ· καὶ εὐοδώθη Ἐζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
Isaiah 32:14Πόλις πλουσία, οἶκοι ἐγκαταλελειμμένοι πλοῦτον πόλεως ἀφήσουσιν, οἴκους ἐπιθυμήματος· καὶ ἔσονται αἱ κῶμαι σπήλαια ἕως τοῦ αἰῶνος, εὐφροσύνη ὄνων ἀγρίων, βοσκήματα ποιμένων,