Παραλειπομένων 34:3
Καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ, καὶ αὐτὸς ἔτι παιδάριον ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν Θεὸν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν, καὶ τῶν ἄλσεων, καὶ ἀπὸ τῶν περιβωμίων, καὶ ἀπὸ τῶν χωνευτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Kings 13:2Καὶ ἐπεκάλεσε πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ Κυρίου, καὶ εἶπε, θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει Κύριος, ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ.
2 Kings 18:4Αὐτὸς ἐξῆρε τὰ ὑψηλὰ, καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξωλέθρευσε τὰ ἄλση, καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησε Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ· καὶ ἐκάλεσεν αὐτὸν Νεεσθάν.
2 Kings 23:4Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκίᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσι τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσι τὸν σταθμὸν, ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ Κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βάαλ καὶ τῷ ἄλσει καὶ πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ· καὶ κατέκαυσεν αὐτὰ ἔξω Ἰερουσαλὴμ ἐν σαλημὼθ Κέδρών, καὶ ἔλαβεν τὸν χοῦν αὐτῶν εἰς Βαιθήλ.
1 Chronicles 22:5Καὶ εἶπε Δαυὶδ, Σαλωμὼν ὁ υἱός μου παιδάριον ἁπαλὸν, καὶ ὁ οἶκος τοῦ οἰκοδομῆσαι τῷ Κυρίῳ εἰς μεγαλωσύνην ἄνω, εἰς ὄνομα καὶ εἰς δόξαν εἰς πᾶσαν τὴν γῆν· ἑτοιμάσω αὐτῷ· καὶ ἡτοίμασε Δαυεὶδ εἰς πλῆθος ἔμπροσθεν τῆς τελευτῆς αὐτοῦ.
1 Chronicles 29:1Καὶ εἶπε Δαυὶδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ, Σαλωμὼν ὁ υἱός μου, εἰς ὃν ᾑρέτικεν ἐν αὐτῷ Κύριος, νέος καὶ ἁπαλὸς, καὶ τὸ ἔργον μέγα, ὅτι οὐκ ἀνθρώπῳ, ἀλλʼ ἢ Κυρίῳ Θεῷ.
2 Chronicles 15:2Καὶ ἐξῆλθεν εἰς ἀπάντησιν Ἀσὰ καὶ παντὶ Ἰούδα καὶ Βενιαμὶν, καὶ εἶπεν, ἀκούσατέ μου Ἀσὰ, καὶ πᾶς Ἰούδα καὶ Βενιαμίν· Κύριος μεθʼ ὑμῶν ἐν τῷ εἶναι ὑμᾶς μετʼ αὐτοῦ, καὶ ἐὰν ἐκζητήσητε αὐτὸν εὑρεθήσεται ὑμῖν, καὶ ἐὰν ἐγκαταλείπητε αὐτὸν, ἐγκαταλείψει ὑμᾶς.