Παραλειπομένων 35:15
Καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ἀσὰφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυὶδ, καὶ Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθὼμ οἱ προφῆται τοῦ βασιλέως· καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης, οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας τῶν ἁγίων, ὅτι οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Chronicles 16:41Καὶ μετʼ αὐτοῦ Αἰμὰν καὶ Ἰδιθοὺν, καὶ οἱ λοιποὶ ἐκλεγέντες ἐπʼ ὀνόματος τοῦ αἰνεῖν τὸν Κύριον, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
1 Chronicles 25:1Καὶ ἔστησε Δαυεὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺν, τοὺς ἀποφεγγομένους ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν κυμβάλοις· καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν.
1 Chronicles 26:12Τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν ἐφημερίαι, καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ Κυρίου.
2 Chronicles 29:25Καὶ ἔστησε τοὺς Λευίτας ἐν οἴκῳ Κυρίου ἐν κυμβάλοις, καὶ ἐν νάβλαις, καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυὶδ τοῦ βασιλέως, καὶ Γὰδ τοῦ ὁρῶντος τῷ βασιλεῖ, καὶ Νάθαν τοῦ προφήτου, ὅτι διὰ ἐντολῆς Κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προφητῶν.
Ezra 6:20Ὅτι ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ Λευῖται, ἕως εἷς πάντες καθαροί· καὶ ἔσφαξαν τὸ πάσχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσι καὶ ἑαυτοῖς.
Psalms 78:1Ψαλμὸς τῷ Ἀσάφ. Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου· ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον.