Παραλειπομένων 35:22
Καὶ οὐκ ἀπέστρεψεν Ἰωσίας τὸ πρόσωπον αὐτοῦ ἀπʼ αὐτοῦ, ἀλλʼ ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη, καὶ οὐκ ἤκουσε τῶν λόγων Νεχαὼ διὰ στόματος Θεοῦ, καὶ ἦλθε τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδδώ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Joshua 17:11Καὶ ἔσται Μανασσῇ ἐν Ἰσσάχαρ καὶ ἐν Ἀσὴρ Βαιθοὰν καὶ αἱ κῶμαι αὐτῶν, καὶ τοὺς κατοικοῦντας Δὼρ, καὶ τὰς κώμας αὐτῆς, καὶ τοὺς κατοικοῦντας Μαγεδδὼ, καὶ τὰς κώμας αὐτῆς, καὶ τὸ τρίτον τῆς Μαφετὰ, καὶ τὰς κώμας αὐτῆς.
1 Kings 22:34Καὶ ἐπέτεινεν εἷς τὸ τόξον εὐστόχως, καὶ ἐπάταξε τὸν βασιλέα Ἰσραὴλ ἀναμέσον τοῦ πνεύμονος καὶ ἀναμέσον τοῦ θώρακος· καὶ εἶπε τῷ ἡνιόχῳ αὐτοῦ, ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι.
2 Kings 23:30Καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ νεκρὸν ἐκ Μαγεδδὼ, καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ, καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ· καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωάχαζ υἱὸν Ἰωσίου, καὶ ἔχρισαν αὐτὸν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ.
2 Chronicles 18:29Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, κατακάλυψόν με, καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ, καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.
Jeremiah 22:15Μὴ βασιλεύσῃς, ὅτι σὺ παροξυνῇ ἐν Ἄχαζ τῷ πατρί σου; οὐ φάγονται, καὶ οὐ πίονται· βέλτιόν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην.