Παραλειπομένων 36:15
Καὶ ἐξαπέστειλε Κύριος ὁ Θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρὶ τῶν προθητῶν αὐτοῦ, ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ, ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ, καὶ τοῦ ἁγιάσματος αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Judges 10:16Καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺ ἀλλοτρίους ἐκ μέσου αὐτῶν, καὶ ἐδούλευσαν τῷ Κυρίῳ μόνῳ· καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ Ἰσραήλ.
2 Kings 17:13Καὶ διεμαρτύρατο Κύριος ἐν τῷ Ἰσραὴλ καὶ ἐν τῷ Ἰούδα καὶ ἐν χειρὶ πάντων τῶν προφητῶν αὐτοῦ παντὸς ὁρῶντος, λέγων, ἀποστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν, καὶ φυλάξατε τὰς ἐντολάς μου, καὶ τὰ δικαιώματά μου, καὶ πάντα τὸν νόμον ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προφητῶν.
1 Chronicles 3:16Καὶ υἱοὶ Ἰωακείμ, Ἰεχονίας υἱὸς αὐτοῦ, Σεδεκίας υἱὸς αὐτοῦ.
2 Chronicles 24:19Καὶ ἀπέστειλε πρὸς αὐτοὺς προφήτας ἐπιστρέψαι πρὸς Κύριον, καὶ οὐκ ἤκουσαν· καὶ διεμαρτύρατο αὐτοῖς, καὶ οὐχ ὑπήκουσαν.
Jeremiah 7:13Καὶ νῦν ἀνθʼ ὧν ἐποιήσατε πάντα τὰ ἔργα ταῦτα, καὶ ἐλάλησα πρὸς ὑμᾶς καὶ οὐκ ἠκούσατέ μου, καὶ ἐκάλεσα ὑμᾶς καὶ οὐκ ἀπεκρίθητε,
Jeremiah 25:3Ἐν τρισκαιδεκάτῳ ἔτει Ἰωσία υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη, καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων, καὶ λέγων,