Παραλειπομένων 5:10
Οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες ἃς ἔθηκε Μωυσῆς ἐν Χωρὴβ, ἃ διέθετο Κύριος μετὰ τῶν υἱῶν Ἰσραὴλ, ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 19:5Καὶ νῦν ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς, καὶ φυλάξητε τὴν διαθήκην μου, ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐμὴ γάρ ἐστι πᾶσα ἡ γῆ.
Exodus 31:18Καὶ ἔδωκε Μωυσῇ ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει τῷ Σινὰ, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ Θεοῦ.
Exodus 32:19καὶ ἡνίκα ἤγγιζε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς· καὶ ὀργισθεὶς θυμῷ Μωυσῆς ἔῤῥιψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ τὰς δύο πλάκας, καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος·
Exodus 40:20Καὶ λαβὼν τὰ μαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτόν· καὶ ὑπέθηκε τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτὸν,
Deuteronomy 29:1Οὗτοι οἱ λόγοι τῆς διαθήκης, οὓς ἐνετείλατο Κύριος Μωυσῇ στῆσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωὰβ, πλὴν τῆς διαθήκης ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ.
2 Chronicles 6:11καὶ ἔθηκα ἐκεῖ τὴν κιβωτὸν ἐν ᾗ ἐκεῖ διαθήκη Κυρίου, ἣν διέθετο τῷ Ἰσραήλ.