Παραλειπομένων 7:14
καὶ ἐὰν ἐντραπῇ ὁ λαός μου ἐφʼ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπʼ αὐτοὺς, καὶ προσεύξωνται καὶ ζητήσωσι τὸ πρόσωπόν μου, καὶ ἀποστρέψωσιν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ ἐγὼ εἰσακούσομαι ἐκ τοῦ οὐρανοῦ, καὶ ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν, καὶ ἰάσομαι τὴν γῆν αὐτῶν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
15Καὶ νῦν οἱ ὀφθαλμοί μου ἔσονται ἀνεῳγμένοι, καὶ τὰ ὦτά μου ἐπήκοα τῇ προσευχῇ τοῦ τόπου τούτου.
Cross References
Leviticus 26:40Καὶ ἐξαγορεύσουσι τὰς ἁμαρτίας αὐτῶν, καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτῶν, ὅτι παρέβησαν καὶ ὑπερεῖδόν με, καὶ ὅτι ἐπορεύθησαν ἐναντίον μου πλάγιοι,
Deuteronomy 4:29Καὶ ζητήσετε ἐκεῖ Κύριον τὸν Θεὸν ὑμῶν, καὶ εὑρήσετε αὐτὸν ὅταν ἐκζητήσητε αὐτὸν ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου ἐν τῇ θλίψει σου·
2 Chronicles 6:27καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ, καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τῶν παίδων καὶ τοῦ λαοῦ σου Ἰσραὴλ, ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθὴν, ἐν ᾗ πορεύσονται ἐν αὐτῇ, καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν σου, ἣν ἔδωκας τῷ λαῷ σου εἰς κληρονομίαν.
2 Chronicles 6:37καὶ ἐπιστρέψωσι καρδίαν αὐτῶν ἐν τῇ γῇ αὐτῶν οὗ μετήχθησαν ἐκεῖ, καί γε ἐπιστρέψωσι καὶ δεηθῶσί σου ἐν τῇ αἰχμαλωσίᾳ αὐτῶν, λέγοντες, ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν,
2 Chronicles 20:4Καὶ συνήχθη Ἰούδα ἐκζητῆσαι τὸν Κύριον, καὶ ἀπὸ πασῶν τῶν πόλεων Ἰούδα ἦλθον ζητῆσαι τὸν Κύριον.
2 Chronicles 33:18Καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσῆ, καὶ ἡ προσευχὴ αὐτοῦ ἡ πρὸς τὸν Θεὸν, καὶ λόγοι τῶν ὁρώντων τῶν λαλούντων πρὸς αὐτὸν ἐπʼ ὀνόματι Θεοῦ Ἰσραήλ,