Παραλειπομένων 7:22
Καὶ ἐροῦσι, διότι ἐγκατέλιπον Κυρίον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἀντελάβοντο θεῶν ἑτέρων, καὶ προσεκύνησαν αὐτοῖς, καὶ ἐδούλευσαν αὐτοῖς, καὶ διὰ τοῦτο ἐπήγαγεν ἐπʼ αὐτοὺς πᾶσαν τὴν κακίαν ταύτην.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Judges 2:12Καὶ ἐγκατέλιπον τὸν Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν, καὶ προσεκύνησαν αὐτοῖς· καὶ παρώργισαν τὸν Κύριον,
Jeremiah 1:16Καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως, περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με, καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις, καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
Lamentations 2:16ΑΙΝ. Διήνοιξαν ἐπὶ σὲ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου, ἐσυρίσαν καὶ ἔβρυξαν ὀδόντας, καὶ εἶπαν, κατεπίομεν αὐτήν· πλὴν αὕτη ἡ ἡμέρα ἣν προσεδοκῶμεν, εὕρομεν αὐτὴν, εἴδομεν.
Ezekiel 14:23Καὶ παρακαλέσουσιν ὑμᾶς, διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν καὶ τὰ ἐνθυμήματα αὐτῶν, καὶ ἐπιγνώσεσθε διότι οὐ μάτην πεποίηκα πάντα ὅσα ἐποίησα ἐν αὐτῇ, λέγει Κύριος.