Παραλειπομένων 8:6
Καὶ τὴν Βαλαὰθ, καὶ πάσας τὰς πόλεις τὰς ὀχυρὰς αἳ ἦσαν τῷ Σαλωμὼν, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων, καὶ τὰς πόλεις τῶν ἱππέων· καὶ ὅσα ἐπεθύμησε Σαλωμὼν κατὰ τὴν ἐπιθυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ, καὶ ἐν τῷ Λιβάνῳ, καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Kings 7:2υἱὸν γυναικὸς χήρας, καὶ οὗτος ἀπὸ τῆς φυλῆς τῆς Νεφθαλίμ, καὶ ὁ πατὴρ αὐτοῦ ἀνὴρ Τύριος· τέκτων χαλκοῦ, καὶ πεπληρωμένος τῆς τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ· καὶ εἰσηνέχθη πρὸς τὸν βασιλέα Σαλωμών· καὶ ἐποίησε πάντα τὰ ἔργα.
1 Kings 10:26Καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα, καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ ἔθετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἱερουσαλήμ· καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.
2 Chronicles 8:4Καὶ ᾠκοδόμησε τὴν Θοεδμὸρ ἐν τῇ ἐρήμῳ, καὶ πάσας τὰς πόλεις τὰς ὀχυρὰς ἃς ᾠκοδόμησεν ἐν Ἠμάθ.
Ecclesiastes 2:4Ἐμεγάλυνα ποίημἀ μου, ᾠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας,
Song of Solomon 4:8Δεῦρο ἀπὸ Λιβάνου νύμφη, δεῦρο ἀπὸ Λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς Πίστεως, ἀπὸ κεφαλῆς Σανὶρ καὶ Ἑρμὼν, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων.