2 Kings 1:9
Καὶ ἀπέστειλε πρὸς αὐτὸν πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη πρὸς αὐτόν· καὶ ἰδοὺ Ἠλιοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους· καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν, καὶ εἶπεν, ἄνθρωπε τοῦ Θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέ σε, κατάβηθι.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Kings 17:18Καὶ εἶπε πρὸς Ἠλιοὺ, τί ἐμοὶ καὶ σοὶ ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρὸς μὲ τοῦ ἀναμνῆσαι ἀδικίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου;
1 Kings 18:10Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστιν ἔθνος ἢ βασιλεία, οὗ οὐκ ἀπέστειλεν ὁ κύριός μου ζητεῖν σε· καὶ εἰ εἶπον, οὐκ ἔστι, καὶ ἐνέπρησε τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέ σε.
1 Kings 19:2Καὶ ἀπέστειλεν Ἰεζάβελ πρὸς Ἠλιοὺ, καὶ εἶπεν, εἰ σὺ εἶ Ἠλιοὺ καὶ ἐγὼ Ἰεζάβελ, τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν.
1 Kings 22:26Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ, λάβετε τὸν Μιχαίαν, καὶ ἀποστρέψατε αὐτὸν πρὸς Σεμὴρ τὸν βασιλέα τῆς πόλεως· καὶ τῷ Ἰωὰς υἱῷ τοῦ βασιλέως
2 Kings 4:25Καὶ ἐπορεύθη καὶ ἦλθεν ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰς τὸ ὄρος· καὶ ἐγένετο ὡς εἶδεν Ἑλισαιὲ ἐρχομένην αὐτὴν, καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ, ἰδοὺ δὴ ἡ Σωμανίτις ἐκείνη.
Amos 7:12Καὶ εἶπεν Ἀμασίας πρὸς Ἀμὼς ὁ ὁρῶν βάδιζε, ἐκχῶρησον σὺ εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβίου, καὶ ἐκεῖ προφητεύσεις,