2 Kings 10:15
Καὶ ἐπορεύθη ἐκεῖθεν καὶ εὗρε τὸν Ἰωναδὰβ υἱὸν Ῥηχὰβ εἰς ἀπαντὴν αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν· καὶ εἶπε πρὸς αὐτὸν Ιοὺ, εἰ ἔστι καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου; καὶ εἶπεν Ἰωναδάβ ἔστι· καὶ εἶπεν Ἰοὺ, καὶ εἰ ἔστι, δὸς τὴν χεῖρά σου· καὶ ἔδωκε τὴν χεῖρα αὐτοῦ· καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 47:10Καὶ εὐλογήσας Ἰακὼβ τὸν Φαραὼ, ἐξῆλθεν ἀπʼ αὐτοῦ.
2 Kings 9:21Καὶ εἶπεν Ἰωρὰμ, ζεῦξον· καὶ ἔζευξεν ἅρμα· καὶ ἐξῆλθεν Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ, καὶ Ὀχοζίας βασιλεὺς Ἰούδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν Ἰοὺ, καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαὶ τοῦ Ἰεζραηλίτου.
1 Chronicles 2:55Πατριαὶ γραμματέων κατοικοῦντες ἐν Ἰάβις Θαργαθιῒμ, καὶ Σαμαθιῒμ, καὶ Σωχαθίμ· οὗτοι οἱ Κιναῖοι οἱ ἐλθόντες ἐξ Αἱμὰθ πατρὸς οἴκου Ῥηχάβ.
1 Chronicles 12:18Καὶ Δαυὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν, καὶ εἶπεν αὐτοῖς, εἰ εἰς εἰρήνην ἥκατε πρὸς μέ, εἴη μοι καρδία καθʼ ἑαυτὴν ἐφʼ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρὸς, ἴδοι ὁ Θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο.