2 Kings 11:19
Καὶ ἔλαβε τοὺς ἑκατοντάρχους, καὶ τὸν Χοῤῥεὶ, καὶ τὸν Ῥασὶμ, καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ κατήγαγον τὸν βασιλέα ἐξ οἴκου Κυρίου· καὶ εἰσῆλθον ὁδὸν πύλης τῶν παρατρεχόντων οἴκου τοῦ βασιλέως, καὶ ἐκάθισαν αὐτὸν ἐπὶ θρόνου τῶν βασιλέων.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Kings 14:27Καὶ ἐποίησε Ῥοβοὰμ ὁ βασιλεὺς ὅπλα χαλκᾶ ἀντʼ αὐτῶν· καὶ ἐπέθεντο ἐπʼ αὐτὸν οἱ ἡγούμενοι τῶν παρατρεχόντων οἱ φυλάσσοντες τὸν πυλῶνα οἴκου βασιλέως.
1 Chronicles 29:23Καὶ ἐκάθισε Σαλωμὼν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ εὐδοκήθη, καὶ ὑπήκουσαν αὐτοῦ πᾶς Ἰσραήλ.
2 Chronicles 23:19Καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου Κυρίου, καὶ οὐκ εἰσελεύσεται ἀκάθαρτος εἰς πᾶν πρᾶγμα.
Jeremiah 22:4Διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυὶδ, καὶ ἐπιβεβηκότες ἐφʼ ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν, καὶ ὁ λαὸς αὐτῶν.