2 Kings 13:14
Καὶ Ἑλισαιὲ ἠῤῥώστησε τὴν ἀῤῥωστίαν αὐτοῦ, διʼ ἣν ἀπέθανε· καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεὺς Ἰσραὴλ, καὶ ἔκλαυσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ εἶπε, πάτερ πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
15Καὶ εἶπεν αὐτῷ Ἐλισαιὲ, λάβε τόξον καὶ βέλη· καὶ ἔλαβε πρὸς ἑαυτὸν τόξον καὶ βέλη.
Cross References
Genesis 49:33Καὶ κατέπαυσεν Ἰακὼβ ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ· καὶ ἐξᾴρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην, ἐξέλιπε· καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
2 Kings 2:12Καὶ Ἑλισαιὲ ἑώρα, καὶ ἐβόα, πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι· καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ, καὶ διέῤῥηξεν αὐτὰ εἰς δύο ῥήγματα.
2 Kings 20:1Ἐν ταῖς ἡμέραις ἐκείναις ἠῤῥώστησεν Ἐζεκίας εἰς θάνατον· καὶ εἰσῆλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτὸν, τάδε λέγει Κύριος, ἔντειλαι τῷ οἴκῳ σου, ἀποθνήσκεις σὺ καὶ οὐ ζήσῃ.
Proverbs 11:11στόμασι δὲ ἀσεβῶν κατεσκάφη.
Ezekiel 14:14Καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε καὶ Δανιὴλ καὶ Ἰὼβ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὐτῶν σωθήσονται, λέγει Κύριος.
Zechariah 1:5Οἱ πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται; μὴ τὸν αἰῶνα ζήσονται;