2 Kings 15:20
Καὶ ἐξήνεγκε Μαναὴμ τὸ ἀργύριον ἐπὶ τὸν Ἰσραὴλ ἐπὶ πᾶν δυνατὸν ἰσχύϊ, δοῦναι τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψε βασιλεὺς Ἀσσυρίων, καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Ruth 2:1Καὶ τῇ Νωεμὶν ἀνὴρ γνώριμος τῷ ἀνδρὶ αὐτῆς, ὁ δὲ ἀνὴρ δυνατὸς ἰσχύϊ ἐκ τῆς συγγενείας Ἐλιμέλεχ, καὶ ὄνομα αὐτῷ Βοόζ.
2 Kings 15:29Ἐν ταῖς ἡμέραις Φακεὲ βασιλέως Ἰσραὴλ ἦλθε Θαλγαθφελλασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἔλαβε τὴν Αἲν καὶ τὴν Ἀβὲλ καὶ τὴν Θαμααχὰ καὶ τὴν Ἀνιὼχ καὶ τὴν Κενὲζ καὶ τὴν Ἀσὼρ καὶ τὴν Γαλαὰν καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν Νεφθαλὶ, καὶ ἀπῳκισεν αὐτοὺς εἰς Ἀσσυρίους.
2 Kings 18:14Καὶ ἀπέστειλεν Ἐζεκίας βασιλεὺς Ἰούδα ἀγγέλους πρὸς βασιλέα Ἀσσυρίων εἰς Λαχὶς, λέγων, ἡμάρτηκα, ἀποστράφηθι ἀπʼ ἐμοῦ· ὃ ἐὰν ἐπιθῇς ἐπʼ ἐμὲ, βαστάσω· καὶ ἐπέθηκεν ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ Ἑζεκίαν βασιλέα Ἰούδα τριακόσια τάλαντα ἀργυρίου, καὶ τριάκοντα τάλαντα χρυσίου.
Job 1:3Καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, θήλειαι ὄνοι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα, καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφʼ ἡλίου ἀνατολῶν.