The Bible Software
bible.software › 2 Kings › 2 Kings 17 › 2 Kings 17:13

2 Kings 17:13

Καὶ διεμαρτύρατο Κύριος ἐν τῷ Ἰσραὴλ καὶ ἐν τῷ Ἰούδα καὶ ἐν χειρὶ πάντων τῶν προφητῶν αὐτοῦ παντὸς ὁρῶντος, λέγων, ἀποστράφητε ἀπὸ τῶν ὁδῶν ὑμῶν τῶν πονηρῶν, καὶ φυλάξατε τὰς ἐντολάς μου, καὶ τὰ δικαιώματά μου, καὶ πάντα τὸν νόμον ὃν ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ὅσα ἀπέστειλα αὐτοῖς ἐν χειρὶ τῶν δούλων μου τῶν προφητῶν.

μετάφραση των εβδομήκοντα

In The King James Version

Yet the LORD testified against Israel, and against Judah, by all the prophets, and by all the seers, saying, Turn ye from your evil ways, and keep my commandments and my statutes, according to all the law which I commanded your fathers, and which I sent to you by my servants the prophets.

In Context

12καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις οἷς εἶπε Κύριος αὐτοῖς, οὐ ποιήσετε τὸ ῥῆμα τοῦτο τῷ Κυρίῳ.

14Καὶ οὐκ ἤκουσαν, καὶ ἐσκλήρυναν τὸν νῶτον αὐτῶν ὑπὲρ τὸν νώτον τῶν πατέρων αὐτῶν.

Read all of 2 Kings 17

Cross References

Deuteronomy 4:26Θεοῦ ὑμῶν παροργίσαι αὐτόν, διαμαρτύρομαι ὑμῖν σήμερον τὸν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἀπωλίᾳ ἀπολεῖσθε ἀπὸ τῆς γῆς, εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἰορδάνην ἐκεῖ κληρονομῆσαι· οὐχὶ πολυχρονιεῖτε ἡμέρας ἐπʼ αὐτῆς, ἀλλʼ ἢ ἐκτριβῇ ἐκτριβήσεσθε.

Deuteronomy 31:21Καὶ ἀντικαταστήσεται ἡ ᾠδὴ αὕτη κατὰ πρόσωπον μαρτυροῦσα· οὐ γὰρ μὴ ἐπιλησθῇ ἀπὸ στόματος αὐτῶν, καὶ ἀπὸ στόματος τοῦ σπέρματος αὐτῶν· ἐγὼ γὰρ οἶδα τὴν πονηρίαν αὐτῶν, ὅσα ποιοῦσιν ὧδε σήμερον, πρὸ τοῦ εἰσαγαγεῖν με αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθὴν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν.

Judges 6:8Καὶ ἐξαπέστειλε Κύριος ἄνδρα προφήτην πρὸς τοὺς νἱοὺς Ἰσραήλ· καὶ εἶπεν αὐτοῖς, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν·

Judges 10:11Καὶ εἶπε Κύριος πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, μὴ οὐχὶ ἐξ Αἰγύπτου, καὶ ἀπὸ τοῦ Ἀμοῤῥαίου, καὶ ἀπὸ υἱῶν Ἀμμὼν, καὶ ἀπὸ Φυλιστιῒμ,

1 Samuel 12:7Καὶ νῦν κατάστητε, καὶ δικάσω ὑμᾶς ἐνώπιον Κυρίου, καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην Κυρίου, ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν·

1 Kings 16:7Καὶ ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἀνανὶ ἐλάλησε Κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτου, τοῦ εἶναι κατὰ τὸν οἶκον Ἱεροβοὰμ, καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study 2 Kings 17:13

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← 2 Kings 17:122 Kings 172 Kings 17:14 →