2 Kings 18:17
Καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Θανθὰν καὶ τὸν Ῥαφὶς καὶ τὸν Ῥαψάκην ἐκ Λαχὶς πρὸς τὸν βασιλέα Ἑζεκίαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ἱερουσαλήμ· καὶ ἀνέβησαν καὶ ἦλθον εἰς Ἱερουσαλὴμ, καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Kings 20:20Καὶ τὰ λοιπὰ τῶν λόγων Ἐζεκίου καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησε, τὴν κρήνην καὶ τὸν ὑδραγωγόν, καὶ εἰσήγαγε τὸ ὕδωρ εἰς τὴν πόλιν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
2 Chronicles 32:9Καὶ μετὰ ταῦτα ἀπέστειλε Σενναχηρὶμ βασιλεὺς Ἀσσυρίων τοὺς παῖδας ἑαυτοῦ ἐπὶ Ἱερουσαλὴμ, καὶ αὐτὸς ἐπὶ Λαχὶς, καὶ πᾶσα ἡ στρατιὰ μετʼ αὐτοῦ, καὶ ἀπέστειλε πρὸς Ἐζεκίαν βασιλέα Ἰούδα, καὶ πρὸς πάντα Ἰούδα τὸν ἐν Ἱερουσαλὴμ, λέγων,
Isaiah 20:1Τοῦ ἔτους ὅτε εἰσῆλθε Τανὰθαν εἰς Ἄζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Ἀρνᾶ βασιλέως Ἀσσυρίων, καὶ ἐπολέμησε τὴν Ἄζωτον, καὶ ἔλαβεν αὐτὴν,
Isaiah 36:2Καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων τὸν Ῥαβσάκην ἐκ Λάχης εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκίαν μετὰ δυνάμεως πολλῆς· καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ κναφέως.