2 Kings 18:4
Αὐτὸς ἐξῆρε τὰ ὑψηλὰ, καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξωλέθρευσε τὰ ἄλση, καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησε Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ· καὶ ἐκάλεσεν αὐτὸν Νεεσθάν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
3Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησε Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
Cross References
Exodus 23:24Οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν, οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς· οὐ ποιήσεις κατὰ τὰ ἔργα αὐτῶν· ἀλλὰ καθαιρέσει καθελεῖς, καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν.
Numbers 21:8Καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ· καὶ εἰπε Κύριος πρὸς Μωυσῆν, ποίησον σεαυτῷ ὄφιν, καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται.
Deuteronomy 5:5Κᾀγὼ εἱστήκειν ἀναμέσον Κυρίου καὶ ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ ἀναγγεῖλαι ὑμῖν τὰ ῥήματα Κυρίου, ὅτι ἐφοβήθητε ἀπὸ προσώπου τοῦ πυρὸς, καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος, λέγων
Deuteronomy 12:2Ἀπωλίᾳ ἀπολεῖτε πάντας τοὺς τόπους ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν, οὓς ὑμεῖς κληρονομεῖτε αὐτοὺς, ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν, καὶ ἐπὶ τῶν θινῶν, καὶ ὑποκάτω δένδρου δασέος·
Judges 6:28Καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τοπρωΐ· καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ τὸ ἄλσος τὸ ἐπʼ αὐτῷ ὠλόθρευτο· καὶ εἶδον τὸν μόσχον τὸν δεύτερον, ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον.
1 Kings 15:12Καὶ ἀφεῖλε τὰς τελετὰς ἀπὸ τῆς γῆς, καὶ ἐξαπέστειλε πάντα τὰ ἐπιτηδεύματα ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ.