2 Kings 21:24
Καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς πάντας τοὺς συστραφέντας ἐπὶ τὸν βασιλέα Ἀμώς, καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωσίαν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
23Καὶ συνεστράφησαν οἱ παῖδες Ἀμὼς πρὸς αὐτὸν, καὶ ἐθανάτωσαν τὸν βασιλέα ἐν τῷ οἴκῳ αὐτοῦ.
Cross References
2 Samuel 5:3Καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρὼν, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον Κυρίου· καὶ χρίουσι τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ.
1 Kings 12:20Καὶ ἐγένετο ὡς ἤκουσε πᾶς Ἰσραὴλ ὅτι ἀνέκαμψεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου, καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν, καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ἰσραήλ· καὶ οὐκ ἦν ὀπίσω οἴκου Δαυὶδ πάρεξ σκήπτρου Ἰούδα καὶ Βενιαμὶν μόνοι.
2 Kings 14:5Καὶ ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξε τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ.
2 Kings 22:1Υἱὸς ὀκτὼ ἐτῶν Ἰωσείας ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ τριάκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἰερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεδία, θυλάτηρ Ἐδεϊὰ ἐκ Βασουρώθ.
2 Chronicles 26:1Καὶ ἔλαβε πᾶς ὁ λαὸς τῆς γῆς τὸν Ὀζίαν, καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμασίου.