2 Kings 21:7
Καὶ ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπε Κύριος πρὸς Δαυὶδ καὶ πρὸς Σαλωμὼν τὸν υἱὸν αὐτοῦ, ἐν τῷ οἴκῳ τούτῳ καὶ ἐν Ἰερουσαλὴμ ᾗ ἐξελεξάμην ἐκ πασῶν φυλῶν τοῦ Ἰσραὴλ καὶ θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
2 Samuel 7:13Αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα.
1 Kings 8:44Ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ ᾗ ἐπιστρέψεις αὐτοὺς, καὶ προσεύξονται ἐν ὀνόματι Κυρίου ὁδὸν τῆς πόλεως ἧς ἑξελέξω ἐν αὐτῇ, καὶ τοῦ οἴκου οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,
1 Kings 9:7καὶ ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀποῤῥίψω ἐκ προσώπου μου· καὶ ἔσται Ἰσραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς πάντας τοὺς λαούς.
2 Kings 21:4Καὶ ᾠκοδόμησε θυσιαστήριον ἐν ὄκῳ Κυρίου, ὡς εἶπεν, ἐν Ἰερουσάλὴμ θήσω τὸ ὄνομά μου.
2 Kings 23:27Καὶ εἶπε Κύριος, καί γε τὸν Ἰούδα ἀποστήσω ἀπὸ τοῦ προσώπου μου, καθὼς ἀπέστησα τὸν Ἰσραὴλ, καὶ ἀπεώσομαι τὴν πόλιν ταύτην ἣν ἐξελεξάμην, τὴν Ἱερουσαλὴμ, καὶ τὸν οἶκον οὗ εἶπον, ἔσται τὸ ὄνομά μου ἐκεῖ.
2 Chronicles 7:12Καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν τὴν νύκτα, καὶ εἶπεν αὐτῷ, ἤκουσα τῆν προσευχῆς σου, καὶ ἐξελεξάμην ἐν τῷ τόπῳ τούτῳ ἐμαυτῷ εἰς οἶκον θυσίας.