2 Kings 23:13
Καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ἱερουσαλὴμ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ Μοσθὰθ, ὃν ᾠκοδόμησε Σαλωμὼν βασιλεὺς Ἰσραὴλ τῇ Ἀστάρτῃ προσοχθίσματι Σιδωνίων, καὶ τῷ Χαμὼς προσοχθίσματι Μωὰβ, καὶ τῷ Μολὸχ βδελύγματι υἱῶν Ἀμμὼν, ἐμίανεν ὁ βασιλεύς.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
14Καὶ συνέτριψε τὰς στήλας, καὶ ἐξωλόθρευσε τὰ ἄλση, καὶ ἔπλησε τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων.
Cross References
Numbers 21:29Οὐαί σοι Μωὰβ, ἀπώλου λαὸς Χαμώς· ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασώζεσθαι, καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Ἀμοῤῥαίων Σηὼν,
Judges 10:6Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐδούλευσαν τοῖς Βααλὶμ, καὶ ταῖς Ἀσταρὼθ, καὶ τοῖς θεοῖς Ἀρὰμ, καὶ τοῖς θεοῖς Σιδῶνος, καὶ τοῖς θεοῖς Μωὰβ, καὶ τοῖς θεοῖς υἱῶν Ἀμμὼν, καὶ τοῖς θεοῖς Φυλιστιῒμ, καὶ ἐγκατέλιπον τὸν Κύριον, καὶ οὐκ ἐδούλευσαν αὐτῷ.
1 Samuel 7:4Καὶ περιεῖλον οἱ υἱοὶ Ἰσραὴλ τὰς Βααλὶμ καὶ τὰ ἄλση ʼΑσταρὼθ, καὶ ἐδούλευσαν Κυρίῳ μόνῳ.
1 Kings 11:5Τότε ᾠκοδόμησε Σαλωμὼν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωὰβ, καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Ἀμμὼν,
1 Kings 11:33Ἀνθʼ ὧν ἐγκατέλιπέ με, καὶ ἐποίησε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, καὶ τῷ Χαμὼς, καὶ τοῖς εἰδώλοις Μωὰβ, καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Ἀμμὼν, καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
Jeremiah 48:7Καὶ ἐγένετο, εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως, ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ.