2 Kings 23:19
Καί γε πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὺς ἐν ταῖς πόλεσιν Σαμαρείας, οὓς ἐποίησαν βασιλεῖς Ἰσραὴλ παροργίζειν Κύριον, ἀπέστησεν Ἰωσίας, καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα ἃ ἐποίησεν ἐν Βαιθήλ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Kings 13:32Ὅτι γινόμενον ἔσται τὸ ῥῆμα ὃ ἐλάλησεν ἐν λόγῳ Κυρίου ἐπὶ τὸ θυσιαστήριον ἐν Βαιθὴλ καὶ ἐπὶ τοὺς οἴκους τοὺς ὑψηλοὺς τοὺς ἐν Σαμαρείᾳ.
2 Kings 8:18Καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ καθὼς ἐποίησεν οἶκος Ἀχαὰβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου.
2 Kings 17:16Ἐγκατέλιπον τὰς ἐντολὰς Κυρίου Θεοῦ αὐτῶν, καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα δύο δαμάλεις, καὶ ἐποίησαν ἄλση, καὶ προσεκύνησαν πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐλάτρευσαν τῷ Βάαλ.
2 Chronicles 30:6Καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα Ἰσραὴλ καὶ Ἰούδαν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως, λέγοντες, οἱ υἱοὶ Ἰσραὴλ ἐπιστρέψατε πρὸς Κύριον Θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραὴλ, καὶ ἐπιστρέψατε τοὺς ἀνασεσωσμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ἀσσούρ.
2 Chronicles 34:6καὶ ἐν πόλεσι Μανασσῆ, καὶ Ἐφραὶμ, καὶ Συμεὼν, καὶ Νεφθαλὶ, καὶ τοῖς τόποις αὐτῶν κύκλῳ.
Jeremiah 7:18Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς, τοῦ ποιῆσαι καυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις, ἵνα παροργίσωσί με.