2 Kings 23:2
Καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ πᾶς ἀνὴρ Ἰούδα καὶ πάντες οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ μετʼ αὐτοῦ, καὶ οἱ ἱερεῖς, καὶ οἱ προφῆται, καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, καὶ ἀνέγνω ἐν ὠσὶν αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ Κυρίου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Deuteronomy 31:10Καὶ ἐνετείλατο Μωυσῆς αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων, μετὰ ἑπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως ἐν ἑορτῇ σκηνοπηγίας,
Deuteronomy 31:26λαβόντες τὸ βιβλίον τοῦ νόμου τούτου, θήσετε αὐτὸ ἐκ πλαγίων τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ὑμῶν· καὶ ἔσται ἐκεῖ ἐν σοὶ εἰς μαρτύριον.
1 Samuel 30:2Καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα, ἀλλʼ ᾐχμαλὼτευσαν, καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν.
2 Kings 22:8Καὶ εἶπε Χελκίας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαπφὰν τὸν γραμματέα, βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκε Χελκίας τὸ βιβλίον πρὸς Σαπφὰν, καὶ ἀνέγνω αὐτό.
2 Chronicles 17:9Καὶ ἐδίδασκον ἐν Ἰούδα, καὶ μετʼ αὐτῶν βίβλος νόμου Κυρίου, καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐδίδασκον τὸν λαόν.