2 Kings 23:24
Καί γε τοὺς θελητὰς, καὶ τοὺς γνωριστὰς καὶ τὰ θεραφὶν, καὶ τὰ εἴδωλα, καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν τῇ γῇ Ἰούδα καὶ ἐν Ἱερουσαλὴμ ἐξῇρεν Ἰωσίας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίον, οὗ εὗρε Χελκίας ὁ ἱερεὺς ἐν οἴκῳ Κυρίου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
23ὅτι ἀλλʼ ἢ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ἰωσίον ἐγενήθη τὸ πάσχα τῷ Κυρίῳ ἐν Ἰερουσαλήμ.
Cross References
Genesis 31:19Λάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψε δὲ Ῥαχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς.
Leviticus 20:27Καὶ ἀνὴρ ἢ γυνὴ ὃς ἂν γένηται αὐτῶν ἐγγαστρίμυθος ἢ ἐπαοιδός, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· λίθοις λιθοβολήσετε αὐτοὺς, ἔνοχοί εἰσι.
Deuteronomy 18:12Ἔστι γὰρ βδέλυγμα Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν ταῦτα· ἕνεκεν γὰρ τῶν βδελυγμάτων τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου.
Judges 18:17Καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν,
2 Kings 21:3Καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλὰ ἃ κατέσπασεν Ἑζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῇ Βάαλ, καὶ ἐποίησε τὰ ἄλση καθὼς ἐποίησεν Ἀχαὰβ βασιλεὺς Ἰσραήλ, καὶ προσεκύνησε πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐδούλευσεν αὐτοῖς.
2 Kings 21:11ἀνθʼ ὧν ὅσα ἐποίησε Μανασσῆς ὁ βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ πάντων ὧν ἐποίησεν ὁ Ἀμοῤῥαῖος ὁ ἔμπροσθεν, καὶ ἐξήμαρτε καί γε Ἰούδαν ἐν τοῖς εἰδώλοις αὐτῶν,