2 Kings 24:3
Πλὴν ἐπὶ τὸν θυμὸν Κυρίου ἦν ἐν τῷ Ἰούδα, ἀποστῆσαι αὐτὸν ἀπὸ τοῦ προσώπου αὐτὸν ἐν ἁμαρτίαις Μανασσὴ κατὰ πάντα ὅσα ἐποίησε.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 50:20Ὑμεῖς ἐβουλεύσασθε κατʼ ἐμοῦ εἰς πονηρὰ, ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθὰ, ὅπως ἂν γενηθῇ ὡς σήμερον, καὶ τραφῇ λαὸς πολύς.
Leviticus 26:33Καὶ διασπερῶ ὑμᾶς εἰς τὰ ἔθνη, καὶ ἐξαναλώσει ὑμᾶς ἐπιπορευομένη ἡ μάχαιρα, καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος, καὶ αἱ πόλεις ὑμῶν ἔσονται ἔρημοι.
Deuteronomy 28:63Καὶ ἔσται ὃν τρόπον εὐφράνθη Κύριος ἐφʼ ὑμῖν εὖ ποιῆσαι ὑμᾶς, καὶ πληθῦναι ὑμᾶς, οὕτως εὐφρανθήσεται Κύριος ἐφʼ ὑμῖν ἐξολοθρεῦσαι ὑμᾶς· καὶ ἐξαρθήσεσθε ἐν τάχει ἀπὸ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.
Joshua 23:15Καὶ ἔσται ὃν τρόπον ἥκει πρὸς ἡμᾶς πάντα τὰ ῥήματα τὰ καλὰ, ἃ ἐλάλησε Κύριος ἐφʼ ὑμᾶς· οὕτως ἐπάξει Κύριος ὁ Θεὸς ἐφʼ ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρὰ ἕως ἂν ἐξολοθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἧς ἔδωκε Κύριος ὑμῖν,
2 Kings 17:20Καὶ ἐθυμώθη Κύριος παντὶ σπέρματι Ἰσραὴλ, καὶ ἐσάλευσεν αὐτοὺς, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ διαρπαζόντων αὐτοὺς, ἕως οὗ ἀπέῤῥιψεν αὐτοὺς ἀπὸ προσώπου αὐτοῦ.
2 Kings 18:25Καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαφθεῖραι αὐτόν; Κύριος εἶπε πρὸς μὲ, ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν.