2 Kings 25:4
Καὶ ἐῤῥάγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀναμέσον τῶν τειχῶν, αὕτη ἐστὶ τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ· καὶ ἐπορεύθη ὁδὸν τὴν Ἄραβα·
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
3Καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς.
Cross References
Leviticus 26:36Καὶ τοῖς καταλειφθεῖσιν ἐξ ὑμῶν ἐπάξω δουλείαν εἰς τὴν καρδίαν αὐτῶν ἐν τῇ γῇ τῶν ἐχθρῶν αὐτῶν· καὶ διώξεται αὐτοὺς φωνὴ φύλλου φερομένου, καὶ φεύξονται ὡς φεύγοντες ἀπὸ πολέμου, καὶ πεσοῦνται οὐθενὸς διώκοντος.
Deuteronomy 32:24Τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων, καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἐπαποστελῶ εἰς αὐτοὺς, μετὰ θυμοῦ συρόντων ἐπὶ γῆν.
2 Kings 25:5Καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν ἐν Ἀραβὼθ Ἰεριχὼ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ.
Isaiah 22:3Πάντες οἱ ἄρχοντές σου πεφεύγασι, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσί, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόῤῥω πεφεύγασι.
Jeremiah 39:2Καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ἱερουσαλὴμ, καὶ Ἱερεμίας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς, ἥ ἐστιν ἐν οἴκῳ βασιλέως,
Ezekiel 12:4Καὶ ἐξοίσεις τὰ σκεύη σου σκεύη αἰχμαλωσίας ἡμέρας κατʼ ὀφθαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας, ὡς ἐκπορεύεται αἰχμάλωτος ἐνώπιον αὐτῶν.