2 Kings 3:11
Καὶ εἶπεν Ἰωσαφὰτ, οὐκ ἔστιν ὧδε προφήτης τοῦ Κυρίου, καὶ ἐπιζητήσωμεν τὸν Κύριον παρʼ αὐτοῦ; καὶ ἀπεκρίθη εἷς τῶν παίδων τοῦ βασιλέως Ἰσραὴλ, καὶ εἶπεν, ὧδε Ἑλισαιὲ υἱὸς Σαφὰτ, ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ἠλιού.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 18:4Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον.
Joshua 9:14Καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν, καὶ Κύριον οὐκ ἐπηρώτησαν.
Judges 20:18Καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθὴλ, καὶ ἠρώτησαν ἐν τῷ Θεῷ· καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ, τίς ἀναβήσεται ἡμῖν ἐν ἀρχῇ εἰς παράταξιν πρὸς υἱοὺς Βενιαμίν; καὶ εἶπε Κύριος, Ἰούδας ἐν ἀρχῇ ἀναβήσεται ἀφηγούμενος.
Judges 20:26Καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ καὶ πᾶς ὁ λαὸς, καὶ ἦλθον εἰς Βαιθήλ· καὶ ἔκλαυσαν, καὶ ἐκάθισαν ἐκεῖ ἐνώπιον Κυρίου· καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἕως ἑσπέρας, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας ἐνώπιον Κυρίου,
1 Kings 22:7Καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραὴλ, οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου, καὶ ἐπερωτήσομεν τὸν κύριον διʼ αὐτοῦ;
2 Kings 3:3Πλὴν ἐν τῇ ἁμαρτίᾳ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραὴλ, ἐκολλήθη, οὐκ ἀπέστη ἀπʼ αὐτῆς.