2 Kings 3:25
καὶ τὰς πόλεις καθεῖλον, καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔῤῥιψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν, καὶ πᾶσαν πηγὴν ἐνέφραξαν, καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους· καὶ ἐκύκλευσαν οἱ σφενδονῆται, καὶ ἐπάταξαν αὐτήν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 26:18Καὶ πάλιν Ἰσαὰκ ὤρυξε τὰ φρέατα τοῦ ὕδατος, ἃ ὤρυξαν οἱ παῖδες Ἁβραὰμ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ μετὰ τὸ ἀποθανεῖν Ἁβραὰμ τὸν πατέρα αὐτοῦ· καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα, ἃ ὠνόμασεν ὁ πατὴρ αὐτοῦ.
Deuteronomy 20:19Ἐὰν δὲ περικαθίσῃς περὶ πόλιν μίαν ἡμέρας πλείους ἐκπολεμῆσαι αὐτὴν εἰς κατάληψιν αὐτῆς, οὐκ ἐξολεθρεύσεις τὰ δένδρα αὐτῆς, ἐπιβαλεῖν ἐπʼ αὐτὰ σίδηρον, ἀλλʼ ἢ ἀπʼ αὐτοῦ φαγῇ, αὐτὸ δὲ οὐκ ἐκκόψεις· μὴ ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ ἀγρῷ, εἰσελθεῖν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα;
2 Samuel 8:2Καὶ ἐπάταξε Δαυὶδ τὴν Μωὰβ, καὶ διεμέτρησεν αὐτοὺς ἐν σχοινίοις, κοιμίσας αὐτοὺς ἐπὶ τὴν γῆν· καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ δύο σχοινίσματα ἐζώγρησε· καὶ ἐγένετο Μωὰβ τῷ Δαυὶδ εἰς δούλους φέροντας ξένια.
2 Chronicles 32:4Καὶ συνήγαγε λαὸν πολὺν, καὶ ἐνέφραξε τὰ ὕδατα τῶν πηγῶν, καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως, λέγων, μὴ ἔλθῃ βασιλεὺς Ἀσσοὺρ, καὶ εὕρῃ ὕδωρ πολὺ, καὶ κατισχύσῃ.
Isaiah 16:7Ὀλολύξει Μωὰβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι τοῖς κατοικοῦσι δέ Σεθ μελετήσεις, καὶ οὐκ ἐντραπήσῃ.
Isaiah 37:26Οὐ ταῦτα ἤκουσας πάλαὶ ἃ ἐγὼ ἐποίησα; ἐξ ἡμερῶν ἀρχαίων συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς, καὶ οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς.