2 Kings 4:23
Καὶ εἶπε, τι ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία, οὐδὲ σάββατον· ἡ δὲ εἶπεν, εἰρήνη.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Numbers 10:10Καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν, σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν· καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
Numbers 28:11Καὶ ἐν ταῖς νεομηνίαις προσάξετε ὁλοκαύτωμα τῷ Κυρίῳ, μόσχους ἐκ βοῶν δύο, καὶ κριὸν ἕνα, ἀμνοὺς ἐνιαυσίους ἑπτὰ ἀμώμους·
1 Chronicles 23:31Καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ Κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς, κατὰ ἀριθμὸν, κατὰ τὴν κρίσιν ἐπʼ αὐτοῖς διαπαντὸς τῷ Κυρίῳ.