2 Kings 5:10
Καὶ ἀπέστειλεν Ἐλισαιὲ ἄγγελον πρὸς αὐτὸν, λέγων, πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σου σοὶ καὶ καθαρισθήσῃ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
9Καὶ ἦλθε Ναιμὰν ἐν ἵππῳ καὶ ἅρματι, καὶ ἔστη ἐπὶ θύρας οἴκου Ἐλισαιέ.
Cross References
Exodus 4:18Ἐπορεύθη δὲ Μωυσῆς, καὶ ἀπέστρεψε πρὸς Ἰοθὸρ τὸν γαμβρὸν αὐτοῦ, καὶ λέγει, πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύπτῳ, καὶ ὄψομαι εἰ ἔτι ζῶσι· καὶ εἶπεν Ἰοθὸρ Μωυσῇ, βάδιζε ὑγιαίνων· μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου.
Leviticus 14:7Καὶ περιῤῥανεῖ ἐπὶ τὸν καθαρισθέντα ἀπὸ τῆς λέπρας ἑπτάκις, καὶ καθαρὸς ἔσται· καὶ ἐξαποστελεῖ τὸ ὀρνίθιον τὸ ζῶν εἰς τὸ πεδίον.
Leviticus 14:51Καὶ λήψεται τὸ ξύλον τὸ κέδρινον, καὶ τὸ κεκλωσμένον κόκκινον, καὶ τὸν ὕσσωπον, καὶ τὸ ὀρνίθιον τὸ ζῶν· καὶ βάψει αὐτὸ εἰς τὸ αἷμα τοῦ ὀρνιθίου τοῦ ἐσφαγμενου ἐφʼ ὕδατι ζῶντι· καὶ περιῤῥανεῖ ἐν αὐτοῖς ἐπὶ τὴν οἰκίαν ἑπτάκις.
Leviticus 16:19Καὶ ῥανεῖ ἐπʼ αὐτὸ ἀπὸ τοῦ αἵματος τῷ δακτύλῳ ἑπτάκις, καὶ καθαριεῖ αὐτό, καὶ ἁγιάσει αὐτὸ ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραήλ.
Numbers 19:19Καὶ περιῤῥανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἀφαγνισθήσεται τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ· καὶ πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας.
Joshua 6:13Καὶ οἱ ἑπτὰ ἱερεῖς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον Κυρίου· καὶ μετὰ ταῦτα εἰσεπορεύοντο οἱ μάχιμοι, καὶ ὁ λοιπὸς ὄχλος ὄπισθεν τῆς κιβωτοῦ τῆς διαθήκης Κυρίου·