2 Kings 6:25
Καὶ ἐγένετο λιμὸς μέγας ἐν Σαμαρείᾳ· καὶ ἰδοὺ περιεκάθηντο ἐπʼ αὐτὴν ἕως οὗ ἐγενήθη κεφαλὴ ὄνου πεντήκοντα ἀργυρίου, καὶ τέταρτον τοῦ κάβου κόπρου περιστερῶν πέντε ἀργυρίου.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 41:55Καὶ ἐπείνασε πᾶσα ἡ γῆ Αἰγύπτου· ἔκραξε δὲ ὁ λαὸς πρὸς Φαραὼ περὶ ἄρτων· εἶπε δὲ Φαραὼ πᾶσι τοῖς Αἰγυπτίοις, πορεύεσθε πρὸς Ἰωσὴφ, καὶ ὃ ἐὰν εἴπῃ ὑμῖν, ποιήσατε.
1 Kings 18:2Καὶ ἐπορεύθη Ἠλιοὺ τοῦ ὀφθῆναι τῷ Ἀχαὰβ, καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ.
2 Kings 7:4Ἐὰν εἴπωμεν, εἰσέλθωμεν εἰς τὴν πόλιν, καὶ ὁ λιμὸς ἐν τῇ πόλει, καὶ ἀποθανούμεθα ἐκεῖ· καὶ ἐὰν καθίσωμεν ὧδε, καὶ ἀποθανούμεθα· καὶ νῦν δεῦτε, καὶ ἐμπεσωμεν εἰς τὴν παρεμβολὴν Συρίας· ἐὰν ζωογονήσωσιν ἡμᾶς, καὶ ζησόμεθα· καὶ ἐὰν θανατώσωσιν ἡμᾶς, καὶ ἀποθανούμεθα.
2 Kings 25:3Καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς.
Jeremiah 14:18Ἐὰν ἐξέλθω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυματίαι μαχαίρας· καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν, καὶ ἰδοὺ πόνος λιμοῦ· ὅτι ἱερεὺς καὶ προφήτης ἐπορεύθησαν εἰς γῆν, ἣν οὐκ ᾔδεισαν.
Jeremiah 52:6ἐν τῇ ἐννάτῃ τοῦ μηνὸς, καὶ ἐστερεώθη ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς.