2 Kings 8:29
Καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ἰωρὰμ τοῦ ἰατρευθῆναι ἐν Ἰεζράελ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν ἐν Ῥεμμὼθ, ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Ἁζαὴλ βασιλέως Συρίας· καὶ Ὀχοζίας υἱὸς Ἰωρὰμ κατέβη τοῦ ἰδεῖν τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ ἐν Ἰεζράελ, ὅτι ἠῤῥώστει αὐτός.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Kings 22:34Καὶ ἐπέτεινεν εἷς τὸ τόξον εὐστόχως, καὶ ἐπάταξε τὸν βασιλέα Ἰσραὴλ ἀναμέσον τοῦ πνεύμονος καὶ ἀναμέσον τοῦ θώρακος· καὶ εἶπε τῷ ἡνιόχῳ αὐτοῦ, ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι.
2 Kings 9:14Καὶ συνεστράφη Ἰοὺ υἱὸς Ἰωσαφὰτ υἱοῦ Ναμεσσὶ πρὸς Ἰωράμ· καὶ Ἰωρὰμ αὐτὸς ἐφύλασσεν ἐν Ῥεμμὼθ Γαλαὰδ, καὶ πᾶς Ἰσραὴλ ἀπὸ προσώπου Ἀζαὴλ βασιλέως Συρίας.
2 Chronicles 22:5καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη· καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ εἰς πόλεμον ἐπὶ Ἀζαὴλ βασιλέα Συρίας εἰς Ῥαμὼθ Γαλαάδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ἰωράμ.