2 Samuel 13:39
Καὶ ἐκόπασεν ὁ βασιλεὺς Δαυὶδ τοῦ ἐξελθεῖν πρὸς Ἀβεσσαλὼμ, ὅτι παρεκλήθη ἐπὶ Ἀμνὼν, ὅτι ἀπέθανε.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
38Καὶ Ἀβεσσαλὼμ ἀπέδρα, καὶ ἐπορεύθη εἰς Γεδσοὺρ, καὶ ἦν ἐκεῖ ἔτη τρία.
Cross References
Genesis 24:67Εἰσῆλθε δὲ Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ, καὶ ἔλαβε τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνὴ, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάῤῥας τῆς μητρὸς αὐτοῦ.
Genesis 37:35Συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες, καὶ ἦλθον παρακαλέσαι αὐτόν· καὶ οὐκ ἤθελε παρακαλεῖσθαι, λέγων, ὅτι καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου· καὶ ἔκλαυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ.
Deuteronomy 28:32καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν. Οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρῳ, καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτὰ· οὐκ ἰσχύσει ἡ χείρ σου.
2 Samuel 14:1Καὶ ἔγνω Ἰωὰβ υἱὸς Σαρουίας ὅτι ἡ καρδία τοῦ βασιλέως ἐπὶ Ἀβεσσαλώμ.