2 Samuel 14:3
καὶ ἐλεύσῃ πρὸς τὸν βασιλέα, καὶ λαλήσεις πρὸς αὐτὸν κατὰ τὸ ῥῆμα τοῦτο· καὶ ἔθηκεν Ἰωὰβ τοὺς λόγους ἐν τῷ στόματι αὐτῆς.
μετάφραση των εβδομήκοντα
In The King James Version
And come to the king, and speak on this manner unto him. So Joab put the words in her mouth.
In Context
Cross References
Numbers 23:5Καὶ ἐνέβαλεν ὁ Θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ, καὶ εἶπεν, ἐπιστραφεὶς πρὸς Βαλὰκ, οὕτω λαλήσεις.
2 Samuel 14:19Καὶ εἶπεν ὁ βασιλεὺς, μὴ ἡ χεὶρ Ἰωὰβ ἐν παντὶ τούτῳ μετὰ σοῦ; καὶ εἶπεν ἡ γυνὴ τῷ βασιλεῖ, ζῇ ἡ ψυχή σου, κύριέ μου βασιλεῦ, εἰ ἔστιν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ ἐκ πάντων ὧν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεὺς, ὅτι ὁ δοῦλός σου Ἰωὰβ αὐτὸς ἐνετείλατό μοι, καὶ αὐτὸς ἔθετο ἐν τῷ στόματι τῆς δούλης σου πάντας τοὺς λόγους τούτους.
Isaiah 51:16Θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστησα τὸν οὐρανὸν, καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σιὼν, λαός μου εἶ σύ.
Jeremiah 1:9Καὶ ἐξέτεινε Κύριος τὴν χεῖρα αὐτοῦ πρὸς μὲ, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε Κύριος πρὸς μὲ, ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου.