2 Samuel 15:24
Καὶ ἰδοὺ καί γε Σαδὼκ καὶ πάντες οἱ Λευῖται μετʼ αὐτοῦ, αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἀπὸ Βαιθάρ· καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ Θεοῦ· καὶ ἀνέβη Ἀβιάθαρ ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Numbers 4:15καὶ συντελέσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, καλύπτοντες τὰ ἅγια, καὶ πάντα τὰ σκεύη τὰ ἅγια, ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν· καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Καὰθ αἴρειν, καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι· ταῦτα ἀροῦσιν οἱ υἱοὶ Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.
Joshua 3:3καὶ ἐνετείλαντο τῷ λαῷ, λέγοντες, ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ἡμῶν, καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτὴν, ἀπαρεῖτε ἀπὸ τῶν τόπων ὑμῶν, καὶ πορεύσεσθε ὀπίσω αὐτῆς.
Joshua 3:15Ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ἰορδάνην, καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ δὲ Ἰορδάνης ἐπληροῦτο καθʼ ὅλην τὴν κρηπίδα αὐτοῦ, ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν·
1 Samuel 4:3Καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολὴν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ἰσραὴλ, κατὰ τί ἔπταισεν ἡμᾶς Κύριος σήμερον ἐνώπιον ἀλλοφύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ Θεοῦ ἡμῶν ἐκ Σηλώμ, καὶ ἐξελθέτω ἐκ μέσου ἡμῶν, καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν.
1 Samuel 22:20Καὶ διασώζεται υἱὸς εἷς τῷ Ἀβιμέλεχ υἱῷ Ἀχιτὼβ, καὶ ὄνομα αὐτῷ Ἀβιάθαρ, καὶ ἔφυγεν ὀπίσω Δαυίδ.