2 Samuel 16:9
Καὶ εἶπεν Ἀβεσσὰ υἱὸς Σαρουίας πρὸς τὸν βασιλέα, ἱνατί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Exodus 22:28Ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ σου οὐ καθυστερήσεις· τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί.
1 Samuel 26:6Καὶ ἀπεκρίθη Δαυὶδ, καὶ εἶπε πρὸς Ἀβιμέλεχ τὸν Χετταῖον, καὶ πρὸς Ἀβεσσὰ υἱὸν Σαρουίας ἀδελφὸν Ἰωὰβ, λέγων, τίς εἰσελεύσεται μετʼ ἐμοῦ πρὸς Σαοὺλ εἰς τὴν παρεμβολήν; καὶ εἶπεν Ἀβεσσὰ, ἐγὼ εἰσελεύσομαι μετὰ σοῦ.
2 Samuel 3:8Καὶ ἐθυμώθη σφόδρα Ἀβεννὴρ περὶ τοῦ λόγου τούτου τῷ Ἰεβοσθέ. καὶ εἶπεν Ἀβεννὴρ πρὸς αὐτὸν, μὴ κεφαλὴ κυνὸς ἐγώ εἰμι; ἐποίησα σήμερον ἔλεος μετὰ τοῦ οἴκου Σαοὺλ τοῦ πατρός σου, καὶ περὶ ἀδελφῶν καὶ περὶ γνωρίμων, καὶ οὐκ ηὐτομόλησα εἰς τὸν οἶκον Δαυὶδ, καὶ ἐπιζητεῖς ἐπʼ ἐμὲ σὺ ὑπὲρ ἀδικίας γυναικὸς σήμερον;
2 Samuel 9:8Καὶ προσεκύνησε Μεμφιβοσθὲ, καὶ εἶπε, τίς εἰμι ὁ δοῦλός σου, ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί;
Jeremiah 40:13ἐν πόλεσι τῆς ὀρεινῆς, καὶ ἐν πόλεσι τῆς σεφηλὰ, καὶ ἐν πόλεσι τῆς ναγὲβ, καὶ ἐν γῇ Βενιαμὶν, καὶ ἐν ταῖς κύκλῳ Ἱερουσαλὴμ, καὶ ἐν πόλεσιν Ἰούδα· ἔτι παρελεύσεται πρόβατα ἐπὶ χεῖρα ἀριθμοῦντος, εἶπε Κύριος.