The Bible Software
bible.software › 2 Samuel › 2 Samuel 18 › 2 Samuel 18:2

2 Samuel 18:2

Καὶ ἀπέστειλε Δαυὶδ τὸν λαὸν τὸ τρίτον ἐν χειρὶ Ἰωὰβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἀβεσσὰ υἱοῦ Σαρουίας ἀδελφοῦ Ἰωὰβ, καὶ τὸ τρίτον ἐν χειρὶ Ἐθὶ τοῦ Γεθαίου· καὶ εἶπε Δαυὶδ πρὸς τὸν λαὸν, ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθʼ ὑμῶν.

μετάφραση των εβδομήκοντα

In The King James Version

And David sent forth a third part of the people under the hand of Joab, and a third part under the hand of Abishai the son of Zeruiah, Joab’s brother, and a third part under the hand of Ittai the Gittite. And the king said unto the people, I will surely go forth with you myself also.

In Context

1Καὶ ἐπεσκέψατο Δαυὶδ τὸν λαὸν τὸν μετʼ αὐτοῦ, καὶ κατέστησεν ἐπʼ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους.

3Καὶ εἶπαν, οὐκ ἐξελεύσῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφʼ ἡμᾶς καρδίαν· καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφʼ ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν, ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν.

Read all of 2 Samuel 18

Cross References

Judges 7:19Καὶ εἰσῆλθε Γεδεὼν καὶ οἱ ἐκατὸν ἄνδρες οἱ μετʼ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης· καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας, καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις, καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν.

1 Samuel 11:11Καὶ ἐγενήθη μετὰ τὴν αὔριον, καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς τρεῖς ἀρχὰς, καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ ἑωθινῇ, καὶ ἔτυπτον τοὺς υἱοὺς ʼΑμμὼν ἕως διεθερμάνθη ἡ ἡμέρα· καὶ ἐγενήθη καὶ ὑπολελειμμένοι διεσπάρησαν, καὶ οὐκ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό.

2 Samuel 10:7Καὶ ἤκουσε Δαυὶδ, καὶ ἀπέστειλε τὸν Ἰωὰβ καὶ πᾶσαν τὴν δύναμιν τοὺς δυνατούς.

2 Samuel 10:10Καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Ἀβεσσὰ τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ παρετάξαντο ἐξεναντίας υἱῶν Ἀμμών.

2 Samuel 17:11Ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα, καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος· καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν.

2 Samuel 23:18Καὶ Ἀβεσσὰ ὁ ἀδελφὸς Ἰωάβ υἱὸς Σαρουίας αὐτὸς ἄρχων ἐν τοῖς τρισὶ, καὶ αὐτὸς ἐξήγειρε τὸ δόρυ αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας· καὶ αὐτῷ ὄνομα ἐν τοῖς τρισὶν.

This Verse In Other Editions

King James VersionBíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)Библия (Русский)新标点和合本성경 (한국어)الكتاب المقدس باللغة العربية، فان دايكBibbia Diodati (Italiano)Kinh Thánh (Tiếng Việt)Biblia Cornilescu (Română)Polish Biblia Gdanska (1881)Statenvertaling (Nederlands)

Study 2 Samuel 18:2

Matthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)
← 2 Samuel 18:12 Samuel 182 Samuel 18:3 →