2 Samuel 4:8
Καὶ ἤνεγκαν τὴν κεφαλὴν Ἰεβοσθὲ τῷ Δαυὶδ εἰς Χεβρὼν, καὶ εἶπον πρὸς τὸν βασιλέα, ἰδοὺ ἡ κεφαλὴ Ἰεβοσθὲ υἱοῦ Σαοὺλ τοῦ ἐχθροῦ σου, ὃς ἐζήτει τὴν ψυχήν σου, καὶ ἔδωκε Κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ, ὡς ἡ ἡμέρα αὕτη, ἐκ Σαοὺλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Samuel 19:2Καὶ Ἰωνάθαν ὁ υἱὸς Σαοὺλ ἡρεῖτο τὸν Δαυὶδ σφόδρα· καὶ ἀπήγγειλεν Ἰωνάθαν τῷ Δαυὶδ, λέγων, Σαοὺλ ζητεῖ θανατῶσαί σε· φύλαξαι οὖν αὔριον πρωῒ, καὶ κρύβηθι καὶ κάθισον κρυδῇ·
1 Samuel 20:1Καὶ ἀπέδρα Δαυὶδ ἐκ Ναυὰθ ἐν Ῥαμᾷ, καὶ ἔρχεται ἐνώπιον Ἰωνάθαν, καὶ εἶπε, τί πεποίηκα, καὶ τί τὸ ἀδίκημά μου, καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου, ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου;
1 Samuel 24:4Καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ τῆς ὁδοῦ, καὶ ἦν ἐκεῖ σπήλαιον· καὶ Σαοὺλ εἰσῆλθε παρασκευάσασθαι, καὶ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτερον τοῦ σπηλαίου ἐκάθηντο.
2 Samuel 18:19Καὶ Ἀχιμάας υἱὸς Σαδὼκ εἶπε, δράμω δὴ καὶ εὐαγγελιῶ τῷ βασιλεῖ, ὅτι ἔκρινε Κύριος ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ.
2 Samuel 22:48Ἰσχυρὸς Κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, παιδεύων λαοὺς ὑποκάτω μου,