2 Samuel 7:11
ἀπὸ τῶν ἡμερῶν ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ· καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου· καὶ ἀπαγγελεῖ σοι Κύριος, ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Judges 2:14Καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραήλ· καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων, καὶ κατεπρονόμευσαν αὐτούς· καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν ἐν πᾶσιν οἷς ἐπορεύοντο·
1 Samuel 12:9Καὶ ἐπελάθοντο Κυρίου τοῦ Θεοῦ αὐτῶν, καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισαρά ἀρχιστρατήγῳ Ἰαβὶς βασιλέως ʼΑσὼρ, καὶ εἰς χεῖρας ἀλλοφύλων, καὶ εἰς χεῖρας βασιλέως Μωὰβ, καὶ ἐπολέμησεν ἐν αὐτοῖς.
2 Samuel 7:1Καὶ ἐγένετο ὅτε ἐκάθισεν ὁ βασιλεὺς ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ Κύριος κατεκληρονόμησεν αὐτὸν κύκλῳ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν κύκλῳ,
1 Kings 2:24Καὶ νῦν ζῇ Κύριος ὃς ἡτοίμασε με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυὶδ τοῦ πατρός μου, καὶ αὐτὸς ἐποίησέ μοι οἶκον καθὼς ἐλάλησε Κύριος, ὅτι σήμερον θανατωθήσεται Ἀδωνίας.
1 Chronicles 17:10καὶ ἐταπείνωσα πάντας τοὺς ἐχθρούς σου, καὶ αὐξήσω σε, καὶ οἶκον οἰκοδομήσει σοι Κύριος.
Job 5:18Αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν· ἔπαισε, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.