2 Samuel 8:3
Καὶ ἐπάταξε Δαυὶδ τὸν Ἁδρααζὰρ υἱὸν Ῥαὰβ, βασιλέα Σουβὰ, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 15:18Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ Ἅβραμ διαθήκην, λέγων, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου·
Deuteronomy 11:24Πάντα τὸν τόπον οὗ ἐὰν πατήσῃ τὸ ἴχνος τοῦ ποδὸς ὑμῶν, ὑμῖν ἔσται· ἀπὸ τῆς ἐρήμου καὶ Ἀντιλιβάνου, καὶ ἀπὸ τοῦ ποταμοῦ τοῦ μελάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐπὶ δυσμῶν ἔσται τὰ ὅριά σου.
2 Samuel 10:6Καὶ εἶδον οἱ υἱοὶ Ἀμμὼν ὅτι κατῃσχύνθησαν ὁ λαὸς Δαυίδ· καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν, καὶ ἐμισθώσαντο τὴν Συρίαν Βαιθραὰμ, καὶ τὴν Συρίαν Σουβὰ, καὶ Ῥοὼβ, εἴκοσι χιλιάδας πεζῶν, καὶ τὸν βασιλέα Ἀμαλὴκ χιλίους ἄνδρας, καὶ Ἰστὼβ δώδεκα χιλιάδας ἀνδρῶν.
2 Samuel 10:19Καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Ἀδρααζὰρ ὅτι ἔπταισαν ἔμπροσθεν Ἰσραὴλ, καὶ ηὐτομόλησαν μετὰ Ἰσραὴλ, καὶ ἐδούλευσαν αὐτοῖς· καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Ἀμμών.