Amos 6:12
Εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν θηλείαις; ὅτι ἐξεστρέψατε εἰς θυμὸν κρίμα, καὶ καρπὸν δικαιοσύνης εἰς πικρίαν,
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
13οἱ εὐφραινόμενοι ἐπʼ οὐδενὶ λόγῳ, οἱ λέγοντες, οὐκ ἐν τῃ ἰσχύϊ ἡμῶν ἔσχομεν κέρατα;
Cross References
1 Kings 21:7Καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς πρεσβυτέρους τῆς γῆς, καὶ εἶπε, γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὗτος ζητεῖ, ὅτι ἀπέσταλκε πρὸς μὲ περὶ τῶν γυναικῶν μου, καὶ περὶ τῶν υἱῶν μου, καὶ περὶ τῶν θυγατέρων μου· τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπʼ αὐτοῦ.
Isaiah 48:4Γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.
Jeremiah 5:3Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν· ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν, συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν· ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι.
Hosea 10:4λαλῶν ῥήματα προφάσεις ψευδεῖς; διαθήσεται διαθήκην, ἀνατελεῖ ὡς ἄγρωστις κρίμα ἐπὶ χέρσον ἀγροῦ.
Amos 5:7Ὁ ποιῶν εἰς ὕψος κρίμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν·
Micah 7:3ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν· ὁ ἄρχων αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε, καταθύμιον ψυχῆς αὐτοῦ ἐστιν· καὶ ἐξελοῦμαι τὰ ἀγαθὰ αὐτῶν