Amos 7:8
Καὶ εἶπε Κύριος πρὸς μὲ, τί σὺ ὁρᾷς Ἀμώς; καὶ εἶπα, ἀδάμαντα· καὶ εἶπε Κύριος πρὸς μὲ, ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραὴλ, οὐκ ἔτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
7Οὕτως ἔδειξέ μοι Κύριος· καὶ ἰδοὺ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας.
Cross References
2 Kings 21:13Καὶ ἐκτενῶ ἐπὶ Ἱερουσαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου Ἀχαάβ· καὶ ἀπαλείψω τὴν Ἱερουσαλὴμ, καθὼς ἀπαλείφεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται ἐπὶ πρόσωπον αὐτοῦ.
Jeremiah 1:11Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, τί σὺ ὁρᾷς; καὶ εἶπα, βακτηρίαν καρυΐνην.
Lamentations 2:8ΗΘ. Καὶ ἐπέστρεψε διαφθεῖραι τείχος θυγατρὸς Σιών· ἐξέτεινε μέτρον, οὐκ ἀπέστρεψε χεῖρα αὐτοῦ ἀπὸ καταπατήματος, καὶ ἐπένθησε τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἠσθένησεν.
Hosea 1:6Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκε θυγατέρα· καὶ εἶπεν αὐτῷ, κάλεσον τὸ ὄνομα αὐτῆς, οὐκ ἠλεημένη· διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον Ἰσραὴλ, ἀλλʼ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς.
Micah 7:18Τίς Θεὸς ὥσπερ σὺ; ἐξαίρων ἀνομίας, καὶ ὑπερβαίνων ἀσεβείας τοῖς καταλοίποις τῆς κληρονομίας αὐτοῦ; καὶ οὐ συνέσχεν εἰς μαρτύριον ὀργὴν αὐτοῦ, ὅτι θελητὴς ἐλέους ἐστίν.
Zechariah 4:2Καὶ εἶπε πρὸς μὲ, τί σὺ βλέπεις; καὶ εἶπα, ἑώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς,